Luke 12

1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης,
 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων = WH NA/NIV: || τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις = Treg RP
ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων ⸃.
2οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν οὐ γνωσθήσεται. 3ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.

4Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι
 ἔχοντα ἐξουσίαν = WH Treg NA/NIV: || ἐξουσίαν ἔχοντα = RP
ἔχοντα ἐξουσίαν ⸃ ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε.
6οὐχὶ πέντε στρουθία
 πωλοῦνται = WH Treg NA/NIV: || πωλεῖται = RP
πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ.
7ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται·
 μὴ = WH Treg NA/NIV: || μὴ οὖν = RP
μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.

8Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν
 ὁμολογήσῃ = Treg NA/NIV RP: || ὁμολογήσει = WH
ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
9 δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. 11ὅταν δὲ
 εἰσφέρωσιν = WH Treg NA/NIV: || προσφέρωσιν = RP
εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ
 μεριμνήσητε = WH Treg NA/NIV: || μεριμνᾶτε = RP
μεριμνήσητε πῶς
 ἢ τί = WH Treg RP NA: || [omit] = NIV
τί ⸃ ἀπολογήσησθε τί εἴπητε·
12τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ δεῖ εἰπεῖν.

13Εἶπεν δέ τις
 ἐκ τοῦ ὄχλου αὐτῷ = WH NA/NIV: || αὐτῷ ἐκ τοῦ ὄχλου = Treg RP
ἐκ τοῦ ὄχλου αὐτῷ ⸃· Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν.
14 δὲ εἶπεν αὐτῷ· Ἄνθρωπε, τίς με κατέστησεν
 κριτὴν = WH Treg NA/NIV: || δικαστὴν = RP
κριτὴν μεριστὴν ἐφ᾽ ὑμᾶς;
15εἶπεν δὲ πρὸς αὐτούς· Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ
 πάσης = WH Treg NA/NIV: || τῆς = RP
πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ζωὴ
 αὐτοῦ = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων
 αὐτῷ = WH Treg NA/NIV: || αὐτοῦ = RP
αὐτῷ.
16εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων· Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν χώρα. 17καὶ διελογίζετο ἐν
 ἑαυτῷ = Treg NA/NIV RP: || αὑτῷ = WH
ἑαυτῷ λέγων· Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
18καὶ εἶπεν· Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα
 τὸν σῖτον = WH Treg NA/NIV: || τὰ γενήματά μου = RP
τὸν σῖτον ⸃ καὶ τὰ ἀγαθά μου,
19καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου. 20εἶπεν δὲ αὐτῷ θεός·
 Ἄφρων = WH Treg NA/NIV: || Ἄφρον = RP
Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου
 ἀπαιτοῦσιν = NA/NIV RP: || αἰτοῦσιν = WH Treg
ἀπαιτοῦσιν ἀπὸ σοῦ· δὲ ἡτοίμασας, τίνι ἔσται;
21οὕτως θησαυρίζων
 ἑαυτῷ = Treg NA/NIV RP: || αὑτῷ = WH
ἑαυτῷ καὶ μὴ εἰς θεὸν πλουτῶν.

22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Διὰ τοῦτο
 λέγω ὑμῖν = WH Treg NA/NIV: || ὑμῖν λέγω = RP
λέγω ὑμῖν ⸃, μὴ μεριμνᾶτε τῇ
 ψυχῇ = WH Treg NA/NIV: || ψυχῇ ὑμῶν = RP
ψυχῇ τί φάγητε, μηδὲ τῷ
 σώματι = Treg NA/NIV RP: || σώματι ὑμῶν = WH
σώματι τί ἐνδύσησθε.
23
 γὰρ = WH Treg NA/NIV: || [omit] = RP
γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
24κατανοήσατε τοὺς κόρακας ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν. 25τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται
 ἐπὶ … αὐτοῦ προσθεῖναι = WH NA/NIV: || προσθεῖναι ἐπὶ … αὐτοῦ = Treg RP
ἐπὶ τὴν ἡλικίαν αὐτοῦ προσθεῖναι ⸃
 πῆχυν = WH NA: || πῆχυν ἕνα = Treg NIV RP
πῆχυν;
26εἰ οὖν
 οὐδὲ = WH Treg NA/NIV: || οὐτὲ = RP
οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
27κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 28εἰ δὲ
 ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον = WH NA/NIV: || τὸν χόρτον σήμερον ἐν τῷ ἀγρῷ ὄντα = Treg; || τὸν χόρτον ἐν τῷ ἀγρῷ σήμερον ὄντα = RP
ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον ⸃ καὶ αὔριον εἰς κλίβανον βαλλόμενον θεὸς οὕτως
 ἀμφιέζει = WH Treg NA/NIV: || ἀμφιέννυσιν = RP
ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι.
29καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε
 καὶ = WH Treg NA/NIV: || ἢ = RP
καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε,
30ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου
 ἐπιζητοῦσιν = WH Treg NA/NIV: || ἐπιζητεῖ = RP
ἐπιζητοῦσιν, ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
31πλὴν ζητεῖτε τὴν βασιλείαν
 αὐτοῦ = WH Treg NA/NIV: || τοῦ θεοῦ = RP
αὐτοῦ, καὶ
 ταῦτα = WH Treg NA/NIV: || ταῦτα πάντα = RP
ταῦτα προστεθήσεται ὑμῖν.

32Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ καρδία ὑμῶν ἔσται.

35Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38
 κἂν ἐν τῇ δευτέρᾳ κἂν = WH Treg NA/NIV: || Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ = RP
κἂν ἐν τῇ δευτέρᾳ κἂν ⸃ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί
 εἰσιν = WH NA/NIV: || εἰσιν οἱ δοῦλοι = Treg RP
εἰσιν ἐκεῖνοι.

39Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ ὥρᾳ κλέπτης ἔρχεται,
 οὐκ ἂν = NA/NIV: || ἐγρηγόρησεν ἂν καὶ οὐκ = WH Treg; || ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν = RP
οὐκ ἂν ⸃ ἀφῆκεν
 διορυχθῆναι = WH NA/NIV: || διορυγῆναι = Treg RP
διορυχθῆναι τὸν οἶκον αὐτοῦ.
40καὶ
 ὑμεῖς = WH Treg NA/NIV: || ὑμεῖς οὖν = RP
ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

41Εἶπεν
 δὲ = WH Treg NA/NIV: || δὲ αὐτῷ = RP
δὲ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις καὶ πρὸς πάντας;
42
 καὶ εἶπεν = WH Treg NA/NIV: || Εἶπεν δὲ = RP
καὶ εἶπεν ⸃ κύριος· Τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος,
 ὁ = WH Treg NA/NIV: || καὶ = RP
φρόνιμος, ὃν καταστήσει κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ
 τὸ = WH NA/NIV RP: || [omit] = Treg
τὸ σιτομέτριον;
43μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θέλημα τοῦ κυρίου
 αὐτοῦ = WH Treg NA/NIV: || ἑαυτοῦ = RP
αὐτοῦ καὶ μὴ ἑτοιμάσας
 ἢ = WH NA/NIV: || μηδὲ = Treg RP
ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς·
48 δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ, καὶ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

49Πῦρ ἦλθον βαλεῖν
 ἐπὶ = WH Treg NA/NIV: || εἰς = RP
ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
50βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως
 ὅτου = WH Treg NA/NIV: || οὗ = RP
ὅτου τελεσθῇ.
51δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ διαμερισμόν. 52ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν
 ἑνὶ οἴκῳ = WH Treg NA/NIV: || οἴκῳ ἑνὶ = RP
ἑνὶ οἴκῳ ⸃ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν,
53
 διαμερισθήσονται = WH Treg NA/NIV: || Διαμερισθήσεται = RP
διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ
 ἐπὶ = WH Treg RP: || ἐπὶ τὴν = NA/NIV
ἐπὶ
 θυγατέρα = WH Treg NA/NIV: || θυγατρί = RP
θυγατέρα καὶ θυγάτηρ ἐπὶ
 τὴν μητέρα = WH Treg NA/NIV: || μητρί = RP
τὴν μητέρα ⸃, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν
 πενθεράν = WH Treg NA/NIV: || πενθεράν αὐτῆς = RP
πενθεράν.

54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν
 ἴδητε = WH Treg: || ἴδητε τὴν = NA/NIV RP
ἴδητε νεφέλην ἀνατέλλουσαν
 ἐπὶ = WH NA/NIV: || ἀπὸ = Treg RP
ἐπὶ δυσμῶν, εὐθέως λέγετε
 ὅτι = WH Treg NA/NIV: || [omit] = RP
ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως·
55καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν
 δὲ καιρὸν = Treg RP: || καιρὸν δὲ = WH NA/NIV
δὲ καιρὸν ⸃ τοῦτον πῶς
 οὐκ οἴδατε δοκιμάζειν = WH Treg NA/NIV: || οὐ δοκιμάζετε = RP
οὐκ οἴδατε δοκιμάζειν ⸃;

57Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ κριτής σε
 παραδώσει = WH Treg NA/NIV: || παραδῷ = RP
παραδώσει τῷ πράκτορι, καὶ πράκτωρ σε
 βαλεῖ = WH Treg NA/NIV: || βάλῃ = RP
βαλεῖ εἰς φυλακήν.
59λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως
 καὶ τὸ = WH Treg NA/NIV: || οὗ καὶ τὸν = RP
καὶ τὸ ⸃ ἔσχατον λεπτὸν ἀποδῷς.



Copyright information for SBLG